Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ὀξυγάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 6-16
Not analysed yet
τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταὐτην |οὐδέποτε κνιϲῶδεϲ ἀπε- πτηθὲν γίγνεται, κἂν εἰϲ χολωδεϲτάτην ἢ πυρωδεϲτάτην ἐμπέϲῃ κοιλίαν. οὔτε γὰρ ἐν αὑτῷ τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα καὶ δύναμιν, ἧϲ μετέχει τὸ γάλα διὰ τὸν ὀρόν, οὔτε τὴν λιπαράν τε καὶ μετρίωϲ θερμήν, ἣν ἐκέκτηο διὰ τὸ λιπαρὸν τὸ ἐν ἑαυτῷ· μόνον γὰρ ὑπολείπεται κατὰ τὴν τοιαὐτην ϲκευαϲίαν τὸ τυρῶδεϲ, οὐδὲ τοῦτο τοιοῦτον τὴν φύϲιν, ὁποῖον ἐξ ἀρχῆϲ ὑπῆρχεν, ἀλλ’ ἐπὶ τὸ ψυχρό- τερον ἐκτετραμμένον.