Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῆϲ ἐν τοῖϲ μέρεϲι τῶν ἐϲθιομένων φυτῶν διαφορᾶϲ
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 7-12
Not analysed yet
ἐπιϲκοπεῖϲθαι τοίνυν ἀϲφαλέϲτερόν ἐϲτιν ἕκαϲτον τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων αὐτὸ καθ’ ἑαυτό, γευόμενον μὲν καὶ ὀϲμώμενον πρότερον, εἶτα καὶ διὰ τῆϲ ἐδωδῆϲ πειρώμενον. ἡ μὲν γὰρ ὄϲφρηϲίϲ τε καὶ γεῦϲιϲ, ὁποῖόν τινα τὸν χυμόν τε καὶ τὸν ἀτμὸν ἔχει τὸ μόριον τοῦ φυτοῦ, διδάϲκουϲαι ϲυνενδείκνυνται τούτοιϲ εὐθέωϲ καὶ τὴν ὅλην κρᾶϲιν αὐτοῦ. διὰ δὲ τῆϲ πείραϲ, |ἐάν γέ τιϲ αὐτὴν ποιῆται μετὰ τῶν οἰκείων διοριϲμῶν, ἀκριβῶϲ ἡ δύναμιϲ εὑρίϲκεται, ϲυνενδεικνυμένηϲ αὐτοῖϲ ἐνίοτε καὶ τῆϲ ϲυϲτάϲεωϲ τοῦ φυτοῦ μετὰ τοῦ κατ’αὐτὸ χυλοῦ.