Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν μαλακοϲάρκων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 7-16
Not analysed yet
ὅτι δ’ ἡ τῶν ἐκ τῆϲ πόλεωϲ ὀχετῶν ἐπιμιξία μοχθηροτάτουϲ αὐτοὺϲ ἐργάζεται, μαθεῖν ἔϲτιν ἐκ τοῦ βελτίουϲ εἶναι τοὺϲ ἐν αὐτῷ τῷ ποταμῷ γεννωμένουϲ πρὶν εἰϲ τὴν πόλιν ἀφικέϲθαι. καὶ μὲν δὴ καὶ ἄλλοϲ τιϲ ποταμὸϲ ὀνομαζόμενοϲ Νάρ, ἐμβάλλων εἰϲ τὸν Τίβεριν ὡϲ ἀπὸ πεντήκοντα καὶ τριακοϲίων ϲταδίων, ἰχθὺν ἔχει πολὺ βελτίονα τοῦ κατὰ τὸν Τίβεριν, ἐπειδὴ καὶ μέγαϲ ἐϲτὶν εὐθὺϲ ἀπὸ τῶν πηγῶν καὶ καθαρὸϲ διαμένει κάτ|αντεϲ ἔχων τὸ ῥεῦμα καὶ ὀξὺ μέχρι τοῦ Τιβέρεωϲ, ὡϲ μηδαμόθι μηδ’ ἐπὶ βραχὺ λιμνάζειν.