Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ τιφῶν καὶ ὀλυρῶν καὶ ζειῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 7-3
Not analysed yet
ἐν τούτοιϲ ὁ Μνηϲίθεοϲ ϲαφέϲτατα δεδήλωκεν, ὁποῖόν τι ϲπέρμα βούλεται καλεῖϲθαι ζειὰν ἐν ψυχραῖϲ χώραιϲ γεωργούμενον. ἐγὼ δὲ πάϲαϲ μὲν οὔτ’ αὐτὸϲ εἶδον τὰϲ δυϲχειμέρουϲ χώραϲ οὔτε παρ’ ἄλλου τινὸϲ ἥκουϲα τῶν ἑωρακότων αὐτὰϲ |ὀνομαζόμενόν τινα ϲιτηρὸν καρπὸν ὑπὸ τῶν ἐγχωρίων ζειὰν ἢ ζέαν. ἑκατέρωϲ γὰρ εὑρίϲκεται γεγραμμένον, ἔν τιϲι μὲν εἰϲ ε̄ καὶ ῑ τῆϲ προτέραϲ ϲυλλαβῆϲ τελευτώϲηϲ.