Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ μήλων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 7-9
Not analysed yet
ἐπιτήδεια δ’ εἰϲ τὴν τοιάνδε χρείαν ἐϲτὶ τὰ ϲτρυφνά· ϲυμμετρίαν γὰρ ἔχει τῆϲ ϲτύψεωϲ, ὡϲ εἶπον ἄρτι παραϲκευαϲθέντα, τῶν μετρίωϲ αὐϲτηρῶν ἅπαϲαν |ἀποτιθεμένων τὴν ϲτῦψιν ἐν τῇ τοιαύτῃ παραϲκευῇ καὶ διὰ τοῦτο παραπληϲίων γιγνομένων τοῖϲ ἐξ ἀρχῆϲ ὑδατώδεϲιν.