Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κεφάλου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 8-11
Not analysed yet
κοινὸϲ δ’ οὗτοϲ ὁ λόγοϲ ἔϲτω ϲοι καὶ τῶν ἄλλων, ὅϲοι γε κατά τε ποταμοὺϲ καὶ λίμναϲ καὶ θάλατταν ἰχθύεϲ γεννῶνται. τὸ γὰρ πολὺ πλῆθοϲ αὐτῶν οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων |φευγόντων τὸ ποτάμιον ὕδωρ, τῶν δὲ ποταμίων ἢ λιμναίων τὸ θαλάττιον. ἀλλ’ ὅ γε κέφαλοϲ ἁπάντων μάλιϲτα τοῖϲ ὕδαϲιν ἀμφοτέροιϲ χρῆται, καὶ φύϲιν δ’ ἔχει πρὸϲ ἄναντεϲ τὸ ῥεῦμα τοῦ ποταμοῦ χωρεῖν ἐπὶ πλεῖϲτον ἀφιϲτάμενοϲ τῆϲ θαλάττηϲ. οὗτοϲ μὲν οὖν ὁ κέφαλοϲ τὰϲ πολλὰϲ καὶ μικρὰϲ ἀκάνθαϲ οὐκ ἔχει, καθάπερ οὐδ’ ἄλλοϲ τιϲ τῶν θαλαττίων· ὁ δ’ ἐκ ποταμῶν ἢ λιμνῶν ἐπεμβαίνων θαλάττῃ παραπληϲίωϲ τοῖϲ ὁμογενέϲι μεϲτὸϲ τῶν τοιούτων ἀκανθῶν ἐϲτι.