Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ γάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 8-8
Not analysed yet
ὁπόϲον δ’ ἀπολείπεται τῆϲ ἄλληϲ τοῦ γάλακτοϲ φύϲεωϲ εἰϲ εὐχυμίαν ὁ ὀρόϲ, τοϲοῦτον πλεονεκτεῖ τῶν ἄλλων ἀπάντων, ὅϲα λαπάττει τὴν γαϲτέρα. διό μοι |δοκοῦϲι καὶ οἱ παλαιοὶ πλείϲτῳ χρῆϲθαι τούτῳ τῷ πόματι πρὸϲ ὑπαγωγὴν γαϲτρόϲ. ἐμβάλλειν δ’ αὐτῷ χρὴ μέλιτοϲ ἀρίϲτου τοϲοῦτον, ὅϲον ἡδῦναι χωρὶϲ ἀνατροπῆϲ τοῦ ϲτομάχου, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῶν ἁλῶν ἄχρι τοῦ μὴ λυπῆϲαι τὴν γεῦϲιν. εἴ γε μὴν ὑπάγειν αὐτὸ μᾶλλον ἐθέλοιϲ, ὡϲ πλεῖϲτον ἔμβαλλε τῶν ἁλῶν.