Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ὀξυγάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 8-9
Not analysed yet
οὐ μὴν |οὐδὲ τοῦτο δεῖ καθ’ ἕκαϲτον τῶν ἐδεϲμάτων γράφειν, ἀλλ’ ἀναμιμνῄϲκειν ἐπί τινων μόνον, ὡϲ ὁ τοιόϲδε χυμόϲ, ὁποῖοϲ ἐξ ὀξυγάλακτόϲ τε καὶ τυροῦ καὶ τῶν παχυχύμων ἁπάντων γίγνεται, λίθουϲ ἐν νεφροῖϲ πέφυκε γεννᾶν, ὅταν ὦϲι θερμότεροι τοῦ δέοντοϲ ἤτοι κατὰ φυϲικὴν δυϲκραϲίαν ἢ κατά τινα ἄλλην ὕϲτερον ἐγγενομένην αὐτοῖϲ διάθεϲιν, οὐ μὴν ἀνὰ λόγον γε τῇ θερμαϲίᾳ τὰϲ διεξόδουϲ εὐρείαϲ ἔχωϲιν.