Ancient Greek · ~5 min
Section 22
Gaudentius, Harmonica introductio 22
Not analysed yet
22. Νυνὶ δὲ ἐκκείσθωσαν ἡμῖν ἐπὶ κανονίου τὰ καθʼ ἡμιτόνιον σημεῖα σὺν τοῖς ὁμοτόνοις, τῶν μὲν ὁμοτόνων ἐν τῷ αὐτῷ σελιδίῳ κειμένων, τῶν δὲ καθʼ ἡμιτόνιον ὀξυτέρων εἰς τὸ ἐφεξῆς. (v. pag. 356.) Ὁ μὲν οὖν πρῶτος στίχος τῶν σημείων ἐν τοῖς φθόγγοις βαρυτάτην δύναμιν σημαίνων ἔχει σημεῖα τὸ ἡμίφι πλάγιον ??. καὶ ἡμίφι ἀπεστραμμένον ??. ὁ δὲ δεύτερος στίχος τῷ ἡμιτονίῳ (p. 24) τοῦ πρώτου φθόγγου ὀξύτερος ἔχει σημεῖον πλάγιον ἀπεστραμμένον καὶ Υ πλάγιον ⥽⥼. τούτοις δὲ ὁμότονα, τουτέστι τὴν αὐτὴν δύναμιν ἐν τοῖς φθόγγοις σημαίνοντα, ἐστὶ ⊤πλάγιον ἀπεστραμμένον καὶ ταῦ ὀρθόν ⊣⊤ὁ δὲ τρίτος στίχος, κατὰ τὸν λόγον τῶν ἐφεξῆς στίχων ἡμιτονίῳ ὀξύτερος τοῦ δευτέρου, σημεῖον ἔχει σίγμα διπλοῦν ἀπεστραμμένον καὶ σίγμα διπλοῦν З ??. ὁ δὲ τέταρτος στίχος ἔχει ῥῶ ἀπεστραμμένον καὶ τὸ ω· ??ω. τούτοις δὲ ὁμότονά ἐστιν ἐν τῷ τετάρτῳ στίχῳ πῖ ἀνεστραμμένον καὶ σ διπλοῦν ἀπεστραμμένον ⊔З . ὁ δὲ πέμπτος ὁμοίως ἀξύτερος ὢν τοῦ τετάρτου τῷ ἡμιτονίῳ —πάντες γὰρ οἱ ἐφεξῆς ἡμιτονίῳ ἀλλήλων διαφέρουσιν —ἔχει σημεῖα ου κάτω γραμμὴν ἔχον καὶ η ??H. ὁ δὲ ἕκτος στίχος ἔχει ξ διπλοῦν ἀπεστραμμένον καὶ πῖ διπλοῦν ἀνεστραμμένον ??τούτοις δὲ ὁμότονα ἀντίνυ καὶ πῖ διπλοῦν ??.