Ancient Greek · ~2 min
1.2 to 1.3
Gelasius, Historia Ecclesiastica 1.2-3
Not analysed yet
ὃς δὴ καὶ μόνος τῶν καθ' ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον καὶ τὰ ἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτόν, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόκῳ γνησίῳ παιδὶ τὰ πάντα σώφρονι καὶ εύσεβεστάτῳ τελευτήσας. τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος βασιλεὺς τελειότατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἐπὶ πολὺ τούτων πρότερον παρ' αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστησατο.