Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 1
Gelasius, Historia Ecclesiastica 1.4
Not analysed yet
Καὶ μεθ’ ἒτερα· οὕτω δὴ Κωνσταντίνου ὂν βασιλέα ἐκ βασιλέως εὐσεβῆ τε ἐξ εὐσεβεστάτου καὶ τὰ πάντα σωφρονεστάτου γεγονέναι εἰρήκαμεν, συνέσει τε καὶ εὐσεβείᾳ τετιμημένον, παρὰ τοῦ παμβασιέως θεοῦ τῶν ὅλων καὶ σωτῆρος κατὰ τῶν δυσσεβεστάτων ἀνεγηγερμένου πολέμῳ τε ἐννόμῳ παραταξαμένου θεοῦ συμμαχοῦντος αὐτῷ παραδοξότατα, πίπτει μὲν ἐπὶ Ῥώμης ὑπὸ κωνσταντίνου Μαξέντιος, ὁ δ’ ἐπ’ ἀνατολῆς οὐ πολὺν ἐπιζήσας ἐκείνῳ χρόνον αἰσχίστῳ καὶ αὐτὸς θανάτῳ ὑπὸ Λικιννίου οὔπω τότε μανέντος πεμφθέντος κατ᾿ αὐτοῦ ὑπὸ Κωνσταντίνου τοῦ θεοφιλεστάτου βασιλέως, καταστρέφε. ι τὸν βίον.