Ancient Greek · ~4 min
1.2 to 1.7
Gelasius, Historia Ecclesiastica 1.2-2-7
Not analysed yet
καὶ ὅπως ὁ τῆς ἐκκλησίας νυμφίος Χριστὸς τὸν αὐτοῦ ἄξιον θεράποντα Κωνσταντῖνον τοῖς τοῦ τιμίου <σταυροῦ> αὐτοῦ ὅπλοις φράξας κατ’ αὐτῶν τῶν ἀσεβῶν ἐξεγήγερκε, κοὶ ὡς τὰ τρόπαια τῆς νίκης αὐτῷ κατ’ αὐτῶν τῶν τυράννων ἐχαρίσατο, πάντας αὐτοὺς παγγενῆ κτείνας ὑπὸ τοῖς Κωνσταντίνου τοῦ θεοφιλεστάτου ποσί, βαθεῖαν εἰρήνην ἄνωθεν δι᾿ αὐτῶν ταῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην αὐτῶν ἐκκλησίαις πρυτανεύσας, καὶ τὴν μετὰ ταῦτα πάλιν κατ᾿ αὐτῆς ὑπὸ τοῦ μισαγάθου ἐχθροῦ δαίμονος διὰ τοῦ παμμιάρου Ἀρείου κινηθεῖσαν μηχανήν, καὶ ὡς αὐτοῦ ἕνεκα καὶ τῶν ἀσεβῶν αὐτοῦ βλασφημιῶν, ὧν κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμησεν, ἡ ἐν Νικαίᾳ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἐκ κελεύσεως τοῦ θεοῦ διὰ τοῦ αὐτοῦ θεράποντος τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου γεγένηται· τά τε ἐν αὐτῇ ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τῶν ἐκεῖσε ἁγίων ἀρχιερέων τριακοσίων τὸν ἀριθμὸν ὀρθοδόξων ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως πραγματευθέντα ὁ λόγος ἡμῖν κατὰ δύναμιν Χριστοῦ τοῦ θεοῦ ἡμῶν χάριτι τρανῶς παρέδωκε. Βαδιῶ δὲ ἐντεῦθεν ἑξῆς ἐπὶ τὴν τῆς βασιλικῆς εὐσεβείας διήγησιν, καὶ ὅπως ἄληκτον εἶχε τὴν ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ μέριμναν.