Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 2
Gelasius, Historia Ecclesiastica 2.1-3
Not analysed yet
Περὶ τῆς ἀνενδότου τοῦ βασιλέως περὶ τὰ θρῖσ σπουδῆς. Πολὺς καὶ ἄφατος ἐνῆν αὐτῷ ὁ περὶ τὸν χριστιανισμὸν πυρσὸς πάντας ἄγειν καὶ τοὺς ἔξω ἐπὶ τὴν ἀληθῆ τοῦ θεοῦ τοῦ ζῶντος ἐπίγνωσιν. πᾶσι γὰρ τοῖς ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν ἐπέστελλε δήμοις, τῆς μὲν προτέρας αὐτοὺς ἀπαλλαγῆναι ἀπάτης παρεγγυῶν, ἐπὶ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ διδασκαλίαν ἑαυτοὺς μεταθεῖναι προτρέπων καὶ ἐπὶ ταύτην ἅπαντας τὴν ἀλήθειαν ἀπιέναι παρεκάλει, ἀποστολικῷ μᾶλλον ἢ βασιλικῷ χρώμενος σκοπῷ.