Ancient Greek · ~1 min
ΛΟΓΟΣ Aݲ, Chapter 1
Gelasius, Historia Ecclesiastica 1.5
Not analysed yet
πρότερός γε μὴν ὁ τῇ τιμῇ καὶ τάξει τῆς βασιλείας πρῶτος Κωνσταντῖνος τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων φειδὼ λαβών, θεὸν τὸν οὐράνιον τόν τε τούτου λόγον, αὐτὸν δὴ τὸν πάντων σωτῆρα Ἰησοῦν Χριστόν, σύμμαχον δι εὐχῶν ἐπικαλεσάμενος, πρόεισι πανστρατιᾷ τὰ τῆς ἐκ προγόνων ἐλευθερίας Ῥωμαίοις προμνώμενος. ταῦτα ὁ Εὐσέβιος. Περὶ τῶν ὁμοχρόνων βασιλέων Κωνσταντίνου Μαξεντίου καὶ Μαξιμίνου.