Ancient Greek · ~3 min
10.1 to 10.3
Gelasius, Historia Ecclesiastica 10.1-3-3
Not analysed yet
Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ οἱ πρὸς τῇ κατὰ Πόντον γῇ Ἴβηρές τε καὶ Λαζοὶ τὸν τοῦ θεοῦ ἐδέξαντο λόγον, μήπω πρὸ τούτου εἰς αὐτὸν πεπιστευκότες. τοῦ δὲ μεγίστου ἀγαθοῦ τούτου αἰτία κατέστη γυνή τις παρ᾿ αὐτοῖς αἰχμάλωτος οὖσα, ἄκρον δὲ βίον μετερχομένη δι᾿ ἐγκρατείας τε καὶ τῶν ἄλλων ἀγαθῶν ἔργων πάντας αὐτοὺς εἰς ἔκστασιν ἡγεν. ὡς δὲ τὴν αἰτίαν διεπυνθάνοντο τῆς τοσαύτης αὐτῆς ἀσκήσεως, ἁπλότητι μὲν ἡ ἁγία ἐκείνη γυνὴ λέγει· »διὰ Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ«. οὐδένα μέντοι ἐκ τούτου εἰς πίστιν ἔφερεν τῆς εὐσεβείας, ἐθαύμαζον δὲ μόνον τὴν γυναῖκα, καὶ τῷ ξένῳ βίῳ αὐτῆς προσέχοντες πολλὰ ἐλογίζοντο. ἀλλ᾿ ἐπειδὴ ἔθος ἦν αὐτοῖς, εἴπερ νήπιον εἶχον ἀσθενείᾳ περιπεσόν, περιτρέχοντας αὐτοὺς πρὸς τοὺς ἐrχωρίους ἄπαντας ἑκάστοθεν πορίζεσθαι βοήθημα, γέγονε διὰ τούτου ἐκπεριελθοῦσάν τινα πάντας ἐλθεῖν καὶ πρὸς τὴν αἐχμάλωτον.