Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.4-2
Not analysed yet
ἡ δὲ πρὸς τῇ θύρᾳ ἑστώσῃ σὺν τῷ παιδαρίῳ τῇ γυναικὶ ἴφη· »οὐδὲν ἐγὼ τῷ παιδαρίῳ δυνήσομαι βοηθῆσαι, τὸν δὲ Χριστόν, ἃν ὑμῖν εἶπον πολλάκις, οἶδα δυνατὸν εἶναι καὶ νεκροὺς ἀνιστᾶν καὶ τοῖς ἀπηγορευμένοις χορίζεσθαι ἴασιν«. ἡ δὲ τοῦ παιδὸς μήτηρ καθικέτευε τὴν αἰχμάλωτον. τότε οἴκτῳ τῆς δεομένης κινηθεῖσα τὸ νήπιόν τε τῷ σάκκῳ τῷ ἑαυτῆς περιβαλοῦσα, προσευξαμένη τῷ θεῷ ἀπέδωκεν αὐτὸ τῇ μητρὶ ὑγιές.