Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.11
Not analysed yet
ἐπεὶ δὲ καὶ πάντες οἱ συνόντες αὐτῷ τὴν αὐτὴν ὑπέμενον ἀνάγκην (ἕκαστον γὰρ τῶν πρὸς αὐτὸν ἐληλυθέναι σπευδόντων ἐν ᾡ τόπῳ τὸ σκότος ἐστήλωσε, προβῆναι μὴ συγχωρῆσαν εἰς ἀλλήλων παράκλησιν) τότε ὑπομνησθεὶς ὁ βασιλεὺς τῆς γαμετῆς τῆς ταύτην ἀνιάτως ἔχουσαν ἰασαμένης αἰχμαλώτου, ἐβόησε λέγων· »Χριστέ, ὁ τῆς αἰχμαλώτου κύριος, παράστηθί μοι τὰ νῦν, ἵνα τὴν ἐπικειμένην ἀνάγκην· ἔχω γὰρ σαφεστάτην πεῖραν τῆς θείας σου δυνάμεως τὴν ἐμὴν σύμβιον«. καὶ ἅμα τῷ τελέσαι τὴν εὐχὴν εὐθὺς περιαιρεθέντος τοῦ σκότους τὸ φῶς τῆς ἡμέρας ἐπεχύθη μᾶλλον ἢ τὸ πρότερον κατὰ πάσης τῆς ὕλης, ἔνθα ἠσαν ἐστηλωμένοι.