Ancient Greek · ~2 min
10.9 to 10.10
Gelasius, Historia Ecclesiastica 10.9-2-10
Not analysed yet
ὁ δὲ τέως ὀκνηρότερον διετέθη, καίτοι πολλάκις ὑπο- μιμνησκόμενος πρὸς τῆς γαμετῆς ὑπερετίθετο ἐκλύων ταῖς εὐαγγελίαις τὴν αἴτησιν καὶ καιρὸν πρόσφορον ἐλπίζων αὐτῷ περὶ τούτου λυσιτελεῖν [ἔλεγεν]. ὅ καὶ γέγονε κατὰ πρόνοιαν θεοῦ τοῦ »πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν«. συνέβη γὰρ αὐτὸν ἐν θήρᾳ περισπώμενον περὶ ὕλην κάταλσον καὶ βαθυτάτην έν ἡμέρᾳ σταθηρᾷ ὑποστῆναι νύκτα ἀπροσδόκητον. ἄφνω γὰρ ἐν μεσημβρίᾳ κατὰ πάσης τῆς ὕλης περιεχύθη σκότος βαθύτατον, ἔνθα ἦν ὁ βασιλεύς. ὡς δὲ καὶ οἱ συνόντες αὐτῷ τῇδε κἀκεῖσε πρὸς τὴν θήραν διασπώμενοι εὕρηνται, φόβος συνέσχε τὸν βασιλέα μέγιστος ἥκιστα λογιζόμενον, ὅπως διαφύγῃ τὴν ἔφοδον.