Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.15
Not analysed yet
ἀκούει ταῦτα ἡ αἰχμάλωτος καὶ δέει πολλῷ συσχεθεῖσα, μὴ ἀνάπαλιν τὸ πλῆθος ἐπιδῷ ἑαυτὸ πρὸς τὰ εἴδωλα, ἔρχεται δύνοντος τοῦ ἡλίου κατὰ τὸν τόπον καὶ κλίνασα γόνυ πρὸς τὸν θεὸν ἕως πρωῒ ἤγειρε διὰ τῆς εὐχῆς τὸν κίονα, οὐκ ἐπὶ τὴν βάσιν ἑστῶτα, ἀλλ’ ὀρθὸν μὲν ἠρτημένον ἐπάνω τῆς βάσεως ὅσον ἀπὸ πήχεως ἑνός, οἰκονομοῦντος τοῦ θεοῦ μὴ ἀπιέναι τὴν αἰχμάλωτον οἴκοι ἕως τῆς τοῦ πλήθους ἀφίξεως, ἵνα γνῶσιν αὐτῆς τὴν ἐν τῷ ὑπ᾿ αὐτῆς κηρυττομένῳ ἀληθινῷ θεῷ πίστιν.