Ancient Greek · ~4 min
10.16 to 10.18
Gelasius, Historia Ecclesiastica 10.16-18
Not analysed yet
ἠλθον οὐν ἕωθεν σὺν τῷ βασιλεῖ, καὶ ἰδόντες ὄρθιον ἠρτημένον τὸν τηλικοῦτον κίονα ἐξίσταντο. τότε τῆς αἰχμαλώτου πᾶσι γενομένης καταφανοῦς διὰ τὸ γεγονός, ἀναστάσης αὐτῆς ἐκ τῆς εὐχῆς εὐθέως ὁ κίων, οἷά τινων τεχνιτῶν τῇ οἰκείᾳ βάσει αὐτὸν προσαρμοζόντων ὡς ἔνι μάλιστα ἀπετέθη, πλείστην ὅσην παρὰ τοὺς ἔμπροσθεν καὶ τοὺς μετ᾿ αὐτὸν κίονας ἔχων εὐπρεπῆ τὴν ἀσφάλειαν. ἐκ τούτου γέγονε καὶ τοὺς λοιποὺς τοῦ πλήθους συνελθεῖν καὶ συνομολογῆσαι τὴν τοῦ βασιλέως πίστιν θαυμάζοντας Χριστόν· τοῦτο γὰρ αὐτοῖς ἡ αἰχμάλωτος ἐκείνη ἁγία γυνὴ διεμαρτύρατο· ἐδεδοίκει γὰρ τοῦ πλήθους τὴν ἁπλότητα, μήποτε ἄρα ὑπὸ τῆς πατρῴας δεισιδαιμονίας νυττόμενοι εἰς αὐτὴν τὸ εἰς Χριστὸν σέβας ἀπενέγκοιντο, ἤγουν δόξαν περὶ αὐτῆς σχῶσι μὴ συντείνουσαν πρὸς εὐσέβειαν. διὰ τοῦτο καὶ κοινωνῆσαι αὐτοὺς τῆς εὐχῆς προετρέψτο, ἡνίκα τὸν κίονα ἠρτημένον τῷ οἰκείῳ τόπῳ προσαρμοσθῆναι πεποίηκε, συσκιάζουσα διὰ τούτου τὴν οἰκείαν ὑπόληψιν, τὴν δὲ τοῦ σωτῆρος Χριστοῦ ἐνέργειαν λέγουσα εἰς πάντας ἀνθρώπους τοὺς εἰς αὐτὸν εὐσεβοῦντας διαβαίνειν ἐν ταῖς ὑπὲρ ἄνθρωπον πράξεσι.