Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.24
Not analysed yet
ἔτι καὶ ἐν Ἡλιουπόλει τῆς Φοινίκης μαθὼν αὐτοὺς ἀσεβῶς βιοῦντας καὶ αἰσχρὰν ἀγωγὴν μετιόντας, νόμῳ σεμνῷ τὸν αἰσχρὸν αὐτῶν ἀνεῖλε βίον, ἐκκλησίαν δὲ κτίσας ἐν τῇ αὐτῇ πόλει καὶ ἐπίσκοπον χειροτονηθῆναι παρασκευάσας κλῆρόν τε ἱερὸν σὺν αὐτῷ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ καθιερω- θῆναι προστάξας, οὕτως τὰ Ἡλιουπολιτῶν κακὰ μετριώτερα ἀπειργάσατο, οὐ μὴν ἀλλὰ γὰρ καὶ ἄρχοντας πολιτικοὺς Χριστιανοὺς καὶ ἐπὶ βίῳ σεμνῷ μαρτυρουμένους ἐπιλεξάμενος προσκατέστησε τῇ πόλει καὶ τῇ περιχώρῳ πάσῃ, θάνατον αὐτοῖς ἀπειλήσας, εἰ μὴ τῆς πρότερον προσούσης αὐτοῖς αἐσχρουργίας καὶ τῆς περὶ τὰ μυσαρὰ εἴδωλα δεισιόαιμονίας αὐτῶν ὡς τάχιστα ἑαυτοὺς μεταβάλοιεν.