Ancient Greek · ~5 min
10.20 to 10.23
Gelasius, Historia Ecclesiastica 10.20-23
Not analysed yet
οὓς προσηνῶς δεξάμενος ὁ εὐσεβὴς καὶ φιλόχριστος βασιλεὺς Κωνσταντῖνος, χαίρων ἐν τῷ κυρίῳ παρέσχε τὴν αἴτησιν, τὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον Ἀλέξανδρον παρορμήσας χειροτονῆσαι τῶν Ἰβήρων ἐπίσκοπον, ὁμοῦ συνορῶν θεοῦ νεῦμα εἶναι τοῦ τοὺς ἀλλοφύλους οὐτῷ καθυποτάσσοντος. τούτων ἡμῖν ὁ πιστότατος Βακκούροις ὑφηγητὴς γέγονεν, ἀνὴρ εὐλαβέστατος καὶ τοῦ βασιλικοῦ γένους τῶν παρ᾿ αὐτοῖς Ἰβήρων περιφανέστατος, <ὃς> σατράπης καταστὰς καὶ ταῖς ἀκρωρείαις τῆς Παλαιστίνης κατὰ τῶν Σαρακηνῶν βαρβάρων ἐπιστρατεύσας πόλεμον ἄκρως ὅτι μάλιστα τὴν κατ αὐτῶν νίκην ἤρατο. Ἀλλ’ ἐπανιτέον εἰς τὸ ἐγχειρισθὲν τῆς βασιλείας τῆς ἱστορίας· ὁ γάρ τοι βασιλεὺς Κωνσταντῖνος ἐπιμελέστερος ὤν περὶ τὸν χριστιανισμὸν καὶ ἀποστολικῷ εἰς τὸν Χριστὸν ἐκκαιόμενος πόθω, ἑτέρας καὶ αὐθις ἐκκλησίας κατὰ πόλεις ἐποίει κοὶ μίαν μὲν ἐν τῇ καλουμένῃ δρυὶ τῇ Μαμβρῇ, ὐφ᾿ ἥν τοὺς ἀγγέλους ξενισθῆναι πρὸς τοῦ Ἀβραὰμ οἱ ἱεροὶ λόγοι μηνύουσι, κατεσκεύασε. μαθὼν γὰρ ὁ τὰ πάντα ἄριστος καὶ θεοφιλέστατος βασιλεὺς Κωνσταντῖνος ὑπὸ τῇ δρυὶ ἐκείνῃ βωμὸν ἱδρῦσθαι καὶ θυσίας Ἑλληνικὰς ἐπ᾿ αὐτῷ τελεῖσθαι, μεμφεται μὲν δι᾿ ἐπιστολῆς Εὐσεβίῳ τῷ Καισαρείας τῆς Παλαιστίνης ἐπισκόπῳ παριδόντι τὸ τοιοῦτον μυσαρὸν κελεύει δὲ τὸν μὲν βωμὸν ἀνατραπῆναι, πρὸς δὲ τῇ δρυὶ ἐκκλησίαν τοῦ θεοῦ τοῦ ζῶντος κατασκευασθῆναι.