Ancient Greek · ~3 min
ΛΟΓΟΣ Aݲ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.4
Not analysed yet
ἀληθῶς γὰρ Σιὼν καὶ Ἱερουσαλὴμ καὶ ὄρος κυρίου ἡψήλότατον καὶ οἶκος τοῦ θεοῦ Ἰακὼβ ὁ θεῖος ἐκεῖνος τῶν τοῦ θεοῦ ὀρθοδόξων ἱερέων ὅμιλος, πνεύματι ἀγίῳ διασκεψαμένων καὶ παραστησάντων διά τε γραφῶν προφητικῶν καὶ εὐαγγελικῶν καὶ ἀποστολικῶν »περὶ τοῦ λόγου τῆς ζωῆς« τοῦτ’ ἔστι τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς ἀληθῶς ἄκτιστος τῇ τῆς θεότητος φύσει καὶ οὐ κτίσμα, καθὼς ὁ θεομάχος καὶ ἀσεβέστατος κατ᾿ αὐτοῦ ἐβλασφήμησεν Ἄρειος, καὶ ὅτι τῆς αὐτῆς οὐσίας, ἡς καὶ ὁ γεννήσας αὐτὸν πρὸ τῶν αἰώνων ἁπάντων ὑπάρχει πατὴρ καὶ τοῦ αὐτοῦ χρήματος· ὁμοίως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς θεότητος καὶ οὐσίας, ἧς ὁ πατὴρ καὶ ὁ υἱός, σαφέστατα ἔδειξαν.