Ancient Greek
10.5 to 10.6
Gelasius, Historia Ecclesiastica 10.5-6
Not analysed yet
καὶ Μῶς ὑψηλὸν ὄρος θεοῦ ἄνωθεν ἡμῖν, καθὰ προεδήλωσεν ὁ λόγος παρ αὐτοῦ τοῦ κυρίου διὰ τῶν ἀποστόλων δοθεὶς καὶ νῦν διὰ τῶν αὐτοῦ ἱερέων κατὰ τὴν Νικαέων γραφικαῖς μαρτυρίαις τρανωθεὶς ὁ προσκυνητὸς οὑτος καὶ ἅγιος τῆς ἀμωμήτου πίστεως ὅρος· περὶ οὑ σαφέστερον ἡμῖν συνεργείᾳ τῆς τοῦ θεοῦ χάριτος προϊὼν ἀποδείξει ὁ λόγος. Ἀλλ᾿ ἐπὶ τὴν προκειμένην ἡμῖν τῆς ἐκκλησιαστικῆς ἱστορίας ὑπόθεσιν ἐπανέλθωμεν, ἐπαναλαβόντες τὰ περὶ τῆς τοῦ βασιλέως θεοῦ εἰς τὸν αὐτοῦ λαὸν ἀντιλήψεως καὶ τῆς τῶν τυράννων καταστροφῆς διὰ τοῦ θεράποντος αὐτοῦ τοῦ θεοφιλοῦς Κωνσταντίνου τοῦ βασιλέως,