Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.6
Not analysed yet
διά τοι τοῦτο ἀπρὶξ ἔχουσαν αὐτὴν τοῦ μὴ ἐλθεῖν ἐπιγνοῦσά ἡ βασίλισσα κελεύει σὺν τῷ σκιμποδίῳ πρὸς αὐτὴν ἀπαχθῆναι. ἧστινος δυσωπηθεῖσα τὴν ταπείνωσιν ἡ μακαρία αἰχμάλωτος τὸν αὐτὸν τρόπον περιβαλοῦσα τὴν βασιλίδα τῷ σάκκφ, ἐφ᾿ ᾧ γόνυ κλίνασα τὰς εὐχὰς τῷ θεῷ προσέφερε τῇ συνήθει πρὸς τὸν Χριστὸν εὐλῇ, ὑγιῆ οἵκαόε ἀποπέμπει χαίρουσαν καὶ πορευομένην τοῖς οἐκείοις ποσί, νἐον καὶ ξἐνον θαῦμα τοῖς ἐντοπίοις παρεχομένην, τοῦ Χριστοῦ τὴν χάριν ὁμολογοῦσαν, καθὼς παρὰ τῆς αἰχμαλώτου γυναικὸς ἐδιδάχθη, τρανῶς τε ἀπεφθέγγετο πορευομένη· »δόξα σοι Χριστέ, φηοί, δέσποτα τῆς αἰχμαλώτου· σοὶ χάρις καὶ σοὶ πᾶσα τιμή, σοΠὴρ ἡμῶν τῶν εἰς σὲ πιστεύειν ἠξιωμένων«.