Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.5-2
Not analysed yet
διἐδραμε δὲ εἰς πολλοὺς τὸ γενόμενον καί γε ἄχρι τῆς βασιλίδος ἔφθασεν, ἥτις κατέκειτο βαρυτάτῃ νόσῳ κατεχομένη· καὶ γὰρ χρόνον ἱκανὸν ἀσθενήσασα, ἀνιάτως εἶχε λοιπὸν τὰ περὶ τῆς φθασάσης αὐτὴν χαλεπωτάτης νόσου. ἀξιοῖ μὲν οὖν τὴν αἰχμάλωτον ἀποστείλασα διὰ τῶν οἰκείων πρὸς αὐτὴν παραγενέσθαι. ἡ δὲ δέει καὶ εὐλαβείᾳ ἀνανεύει τοῦ πρὸς τὴν βασιλίδα διαβῆναι, εἰδυῖα τὸν ἐκ τῆς ἀνθρωπίνης δόξης παρεισδύνοντα ὄλισθον.