Ancient Greek · ~3 min
ΛΟΓΟΣ Aݲ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.7
Not analysed yet
ἣν δι’ αὐτοῦ εἰρήνην ἐπρυτάνευσε ταῖς κατὰ τὴν οἰκουμένην αὐτοῦ ἐκκλησίαις ὁ μόνος »μέγας κύριος ὁ ποιῶν θαυμάσια μεγάλα μόνος καὶ ἀνεξιχνίαστα, ὡν οὐκ ἔστιν ἀριθμός· ὁ ἀλλοιῶν καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς τε καὶ καθιστῶν, ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. καὶ βραχίονας ὑπερηφάνων συνέτριψεν« ὁ θαυματουργός, ὁ μεγαλουργός, ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ σύμπαντος κόσμου δημιουργός, ὁ παντοκράτωρ, ὁ πανάγαθος, ὁ εἶς καὶ μόνος θεός, ᾡ τὸ καινὸν ᾀσμα ἀναπέμπομεν προσυπακούοντες »τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος«.