Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.8-2
Not analysed yet
ἡ δὲ βαοίλισσα πρὸς αὐτὸν ἔφη· »ἡ αἰχμάλωτος αὕτη, ὦ βασιλεῦ, οὐκ ὀρέγεται ἀργυρίου οὔτε χρυσίον περιποιεῖται· δῶρον δὲ ἀπαιτεῖ παρ᾿ ἡμῶν ἀξιόχρεων, τὸ μόνον ἡμᾶς πιστεῦσαι, ὅτι ὁ Χριστὸς υἱός ἐστι τοῦ θεοῦ τοῦ ὑφίστου· ᾗ γὰρ ὁ πᾶς βίος νηστεία καὶ ἐγκράτεια, περιττοὶ θησαυροὶ χρυσίου καὶ ἀργυρίου, καὶ γὰρ ἀπεπειράθην τῆς εὐσεβοῦς. τἀλεθῆ διηγοῦμαί σοι, ὦ βασιλεῦ. ἀλλ᾿ εἴ μου παρὰ σοὶ φροντίς ἐστι σωτηρίας, ἀμειψώμεθα καινότερον τὴν γυναῖκα, τὸν Χριστὸν αὐτῆς παραδεχόμενοι εἰς προσκύνησιν«.