Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.1
Not analysed yet
Οὐκ ἦν δὲ ἄρα, φησὶν ὁ Παμφίλου Εὐσέβιος, τῷ μισοκάλῳ φθόνῳ τῷ τε φιλοπονήρῳ δαίμονι φορητὸς ἡ τῶν ὁρωμένων θέα, ὥσπερ οὖν οὐδὲ Λικιννίῳ μετατραπέντι [ὥσπερ] ἐτύγχανεν αὐτάρκη πρὸς σώφρονα λογισμὸν τὰ τοῖς ἔμπροσθεν δεδηλωμένοις τυράννοις συμβεβηκότα, ὃς εὐφραινομένης αὐτῷ τῆς ἀρχῆς, τῆς βασιλέως τοῦ μεγάλου Κωνσταντίνου δευτερεύων τιμῆς ἐπιγαμβρίας τε κοὶ συγγενείας ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ τῇ τοῦ κρείττονος φιλίᾳ τε καὶ διαθέσει ἠβούλετο.