Ancient Greek · ~2 min
11.2 to 11.4
Gelasius, Historia Ecclesiastica 11.2-4
Not analysed yet
διαφθονηθεὶς τοιγαροῦν τῷ πανευεργέτῃ, πόλεμον δυσαγῆ καὶ δεινότατον πρὸς αὐτὸν ἐκφέρει, οὐ φύσεως νόμων φεισάμενος, οὐχ ὁρκωμοσιῶν οὐχ αἵματος οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών. ὁ μὲν γὰρ αὐτῷ οἷα πανάγαθος βασιλεὺς εὐνοίας παρέχων ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς αὐτὸν οὐκ ἐφθόνησε γάμων τε λαμπρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσετο. καὶ μεθ᾿ ἕτερα· ἀλλὰ τούτοις τἀναντία Λικίννιος διεπράττετο, παντοίας ὀσημέραι κατὰ τοῦ κρείττονος μηχανὰς ἐπιτεχνώμενος ὁ μισόθεος, πάντας ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψηται.