Ancient Greek · ~3 min
11.1 to 11.4
Gelasius, Historia Ecclesiastica 11.1-2-4
Not analysed yet
Θυγατέρα ἔσχεν ὁ θαυμάσιος καὶ ἀοίδιμος οὗτος τοῦ θεοῦ ἄνθρωπος, πος, Εἰρήνην τοὔνομα, ἣ τῷ γέροντι προσφόρως διακονήσασα ἐν παρθενίᾳ τὸν ἀνθρώπινον βίον ὑπεξέρχεται. ταύτης μετὰ θάνατον ἐξ ἀποδημίας τις ἀναστὰς παρακαταθήκην ἀπῄτει τὸν γέροντα, ἣν τῇ αὐτοῦ θυγατρὶ τῇ παρθένῳ ἠν παραθέμενος. ὁ δὲ μακάριος Σπυρίδων ἠγνόησε παντελῶς τὴν ὑπόθεσιν· ὡς ὡς πολὺς ἦν ἐπικείμενος αὐτῷ ὁ ἄνθρωπος, πολλὰ ἄνω καὶ κάτω τὸν οἶκον διερευνήσας ὁ γέρων καὶ μὴ εὑρὼν ἠνιᾶτο σφόδρα καὶ πρὸς τὸν ἄνδρα ἔλεγε μήτε εἰδέναι μήτε εἶναί τι ἐν τῷ οἴκῳ. ὁ δὲ ἔμπορος ἐκβοῶν δάκρυσί τε συνεχόμενος καὶ ὀλοφυρόμενος ᾔτει τὴν παρακαταθήκην, λέγων αὐτὸν διαχειρίσεσθαι τῆς ἀπωλείας χάριν, εἰ μὴ λάβοι τὰ παρακατατεθέντα, φάσκων ἕνεκα γήρως αὐτῷ ταύτην τὴν παραμυθίαν πεφυλάχθαι παρ’ αὐτῇ τῇ παρθένῳ παραθέμενος.