Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.5-2
Not analysed yet
ἀναγκάζεται τοίνυν ὁ γέρων ὁ ἅγιος ἐκεῖνος ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς ἅμα τῷ ἐμπόρω ὁρμῆσαι πρὸς πεῦσιν τοῦ πράματος· ὁ δὲ ἐλθὼν καλεῖ τὴν θυγατέρα ἐξ ὀνόματος καί φησι πρὸς αὐτήν· τέκνον μου Εἰρήνη«. ἡ δὲ ἀποκριθεῖσα ἀπὸ τοῦ τάφου λέγει πρὸς αὐτόν· »τί θέλεις, ὡ πάτερ«; ὁ δὲ γέρων πρὸς αὐτήν· »ποῦ ἀπέθου τὴν τοῦδε τοῦ ἀνθρώπου παραθήκην, ὠ θύγατερ«; κἀκείνη πρὸς αὐτὸν ἒφη· ἐν τῷδε κεῖται τῷ τόπῳ, πάτερ« σαφῶς τὸν τόπον ἐπισημάνασα τῷ πατρί.