Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.12
Not analysed yet
καὶ τῷ μὲν μὲν »ούκ ἐκ τοῦ θεοῦ« λέγειν ἐκείνους τὸν αὐτοῦ ἀντέθηκαν οἱ ἡμέτεροι τὸ θεὸν ἐκ θεοῦ«, καὶ τῷ »μὴ ἀληθινὸν θεὸν« κατ’ ἐκείνους ἀντέραψαν οἱ ἡμέτεροι »θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ«, καὶ τῷ »κτίσμα« αὐτὸν λέγειν ἐκείνους ἀνθωρίσαντο οἱ ἡμέτεροι »γεννηθέντα οὐ ποιηθέντα«, τῷ »ἑτερουσίῳ« ὑπ’ ἐκείνων προβαλλομένῳ αντέθηκαν οἱ ἡμέτεροι ἐπίσκοποι τὸ »ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ τοῦτ ἔστι γεννηθέντα ἐκ τῆς οὐσίας τοῦ πατρός· κτίστην τε αὐτὸν καὶ δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων« ἐκήρυξαν κατὰ τὴν ανέκαθεν παραδοθεῖσαν τῇ ἐκκλησίᾳ αὐτοῦ ἀποστολικὴν πίστιν, γραφικαῖς μαρτυρίαις τὰς ἀποδείξεις ἐκδώσαντες, καθὼς προϊὼν ὸ λόγος άποδείξειε.