Ancient Greek · ~5 min
11.6 to 11.11
Gelasius, Historia Ecclesiastica 11.6-2-11
Not analysed yet
ὁ δὲ πρὸς αὐτήν· πορεύου ἐν εἰρήνῃ, τέκνον μου Εἰρήνη«. ὁ οὖν γέρων ἐπιστρέψας οἴκοι καὶ εὑρὼν οὗπερ εἶπεν ἡ παρθένος κεῖσθαι τὴν παραθήκην, ἀπέδωκε τῷ ἀνδρί. Πολλὰ δὲ καὶ ἄλλα τοῦ ἀνδρὸς ᾄδονται θαύματα καὶ παραδοξοποιίαι πολλαί, αἳ καὶ μέχρι δεῦρο πρὸς τῶν ἐγχωρίων δείκνυνται τοῖς ἐφισταμένοις πρὸς πληροφορίαν τῆς ἀληθοῦς ἡμῶν εἰς Χριστὸν πίστεως. τοιούτοις τοιγαροῦν μέχρι τῶν καιρῶν ἐκείνων ἁγίοις ἀνδράσιν ἡ ἐκκλησία διέπρεπεν, ἐξ ὧν πολλοὶ παρῆσαν κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον. ἀλλὰ μὴν καὶ Ἀθανάσιος, περὶ οὗ καὶ πρώην εἰρήκαμεν, τηνικάδε διάκονος ὤν, οὐκ ἄμοιρος τοῦ τῶν ἁγίων ἐκείνων χοροῦ εἶναι ὑπὸ πάντων ὡμολόγητο· συνῆν δὲ τῷ Ἀλεξάνδρῳ τῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκόπῳ, βοηθὸς ἄριστος ὑπάρχων αὐτῷ. ἀνεκίνουν γοῦν ὁσημέραι οἱ ἡμέτεροι ἅγιοι ἐπίσκοποι ἐπὶ πλεῖστον ὅσον χρόνον πάμπολλα περὶ τῆς πίστεως, οἰόμενοι δεῖν μηδὲν εὐχερὲς ἢ τολμηρὸν περὶ τηλικαύτης ζητήσεως διαπράττεσθαι, συχνῶς τε τὸν Ἄρειον μετεπέμποντο καὶ πυκνῇ ἀνακρίσει τὰς προτάσεις αὐτοῦ ἀναπτύσσοντες διέλυον· πλείστη τε ὅση σπουδὴ καὶ φροντὶς ἠν αὐτοῖς, πῶς ἐχρῆν πρὸς τὴν άνατρπὴν τῶν ἀθέσμων αὐτοῦ δογμάτων ψηφίσασθαι καὶ ανθορίσασθαι. μετὰ πολλῆς οὖν τῆς σκέψεως καὶ τῆς πρὸς τὸν θεὸν ἱκεσίας ταῦτα διελάμβανον. διὸ καὶ σφόδρα σοφῶς καὶ λίαν ἁρμοδίως τοὺς κατὰ τῶν ἀθεμίτων δογμάτων Αρείου καὶ τῶν σὺν αὐτῶ ἐλέγχους ἀντέθηκαν, πρόρριζον ἀνασπάσαωτες τὰς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ μιαρὰς αὐτῶν βλασφημίας καὶ ἐξαφανίσαντες.