Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.13-2
Not analysed yet
καὶ γὰρ καὶ οἱ βάρβαροι ἑκόντες λοιπὸν <ἢ> φόβῳ πολέμου κρατούμενοι ἐδούλευον, δεδιότες τὸν συμπαρόντα θεόν. πανταχοῦ γὰρ τρόπαια ἵσταντο, νικηφόρος ὁ βασιλεὺς κατὰ πόντων ἐδείκνυτο. ἀλλὰ ταῦτα μὲν κα ἄλλοι πλεῖστοι ὅσοι ἀκριβέστερόν εἰς δόξαν τοῦ τῶν ὅλων θεοῦ εὐφημοῦντες συνέγραψαν, ἡμεῖς δὲ ἐπὶ τὴν ἀκολουθίαν τῆς προκειμἐνης ἱστορίας πάλιν τὸν λόγον άγωμεν. Περὶ Κωνσταντίας τῆς ἀδελφῆς τοῦ πανευφήμου βασιλέως Κωνσταντίνου καὶ τοῦ παραθέντος αὐλῷ παρ’ αὐτῆς Ἀρειανοῦ πρεσβυτέρου.