Ancient Greek · ~4 min
12.1 to 12.4
Gelasius, Historia Ecclesiastica 12.1-3-4
Not analysed yet
Ὁ μὲν οὖν πιστότατος βασιλεὺς Κωνσταντῖνος τῆς τῶν ἐκκλησιῶν εἰρήνης προμηθούμενος τὰς τούτων φροντίδας κατὰ τὸν ἀπόστολον, ὡς πολλάκις εἰρήκαμεν, ἐν τῇ ψυχῇ περιέφερεν. οἱ δὲ τῷ δοκεῖν ἱερεῖς λεγόμενοι, ὅσοι τὴν Ἀρείου λώβην εἰσεδέξαντο, ἠρεμεῖν οὐκ ἠνείχοντο, ἄσπονδον τὸν κατὰ τῆς ἀληθείας ἀναδεξάμενοι ποικίλας μηχανὰς κατὰ τῆς ὀρθῆς ἐπιτεχνώμενοι πίστεως. Κων- Ἀρείου βλασφημίας κοινωνῶν, θῶπα ἀκροθίνιον τουνομα Εύτοκιον. καὶ τὰ μὲν πρῶτα προσεφθάρη τισὶ τῶν τῆς Κωνσταντίας θεραπευτῶν, αὐτίκα δὲ καὶ αὐτῇ τῇ Κωνσταντίᾳ εἰς ὄψιν ἔρχεται. καὶ δὴ πλείστης ὅσης πρὸς αὐτῆς ἀπολαύων παρρησίας ὁμοῦ καὶ κηδεμονίας διὰ τῶν συχνοτέρων συντυχιῶν προὐχώρει αὐτῷ καὶ ἡ περἰ Ἀρείου πρὸς αὐτὴν ὁμιλία. θαρρήσας δὲ λοιπὸν συνήρπαζεν αὐτὴν διὰ τὠν ἀπατηλῶν αὐτοὐ λόγων. ὡς φθόνος, φησί, μόνος τὰ κατὰ Αρείου εἰργάσατο. ἔπειθέ τε αὐτὴν διὰ τούτων καὶ τῶν τοιούτων ἀπατηλῶν αὐτοῦ λόγων, ὡς τὰ αὐτά φησι φρονεῖ καὶ διδάσκει Ἄρειος ὁμοίως Ἀλεζάνδρῳ καὶ τοῖς ἀνὰ τὴν οἰκουμένην ἐπισκόποις.