Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.16
Not analysed yet
διὸ δὴ τῷ φιλανθρώπῳ μίξας τὸ μισοπόνηρον ὁ τῶν ἀγαθῶν χορηγὸς πρόεισιν ἅμα παιδὶ Κρίσπῳ βασιλεῖ φιλανθρωποτάτῳ ἀπὸ τῆς ἑσπερίων τῆς] μεγίστης Ῥώμης ἐπὶ τὴν ἑῴαν κατὰ τοῦ τυράννου, σωτηρίας δεξιὰν ἅπασι τοῖς ἐκτείνας· παμβασιλεῖ θεῷ καὶ παιδὶ Χριστῷ σωτῆρι ποδηγῷ καὶ συμμάχῳ χρώμενοι, πατὴρ Κωνσταντῖνος βασιλεὺς ἄμα υἱῷ βασιλεῖ Κρίσπῳ ἄμφω κύκλῳ διελόντες τὴν κατὰ τῶν θεομισῶν παράταξιν, ῤᾳδίαν τὴν νίκην ἀποφέρονται, τῶν κατὰ τὴν συμβολὴν πάντων ἐξευμαρισθέντων αὐτοῖς καὶ κατὰ γνώμην τοῦ παμβασιλέως θεοῦ, καθὰ φησιν ὁ φιλαληθέστατος Εὐσέβιος ὁ τοῦ πανευφήμου Παμφίλου.