Ancient Greek · ~4 min
11.17 to 11.19
Gelasius, Historia Ecclesiastica 11.17-19
Not analysed yet
Ῥουφῖνος δὲ φησὶν—εἰ καὶ μηδεμίαν μοῖραν τῶν γεγενημένων ἐπὶ Λικιννίου πραγμάτων ἐμνημόνευσεν, ὅμως καὶ αὐτὰ τὰ λεξίδια τοῦ προρρηθέντος ἀναλεξάμενος ἐνθήσω τῇ συγγραφῇ —φησὶ δὲ Λικίννιος μὲν οὖν ὁ συμβασιλεύων αὐτῷ, δηλονότι τῷ θεοφιλεῖ Κωνσταντίνῳ, τὰς Ἑλληνικὰς ἔχων δόξας ἐμίσει Χριστιανούς· καὶ διωγμὸν μὲν προφανῆ κατ’ αὐτῶν φόβῳ τοῦ βασιλέως Κωνσταντίνου κινεῖν ὑπεστέλλετο, λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο. προιὼν δὲ φανερῶς τὸν κατὰ πάντων διωγμὸν ἀνεκίνει ἐν τοῖς τῆς ἀνατολῆς τόποις, ὡς καὶ πολλοὺς τοῦ Χριστοῦ μάρτυρας ἀναδειχθῆναι ἐν διαφόροις τόποις· ἐκ δὴ τούτου εἰς ἀπέχθειαν τὴν πρὸς αὐτὸν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν. ἦσαν δὲ πρὸς ἀλλήλους πολέμιοι. ταυτα μεν ουτος. Οἱ δὲ λοιποί, ὅσοι τῆς Εὐσεβίου τοῦ Παμφίλου ἀληθείας συνήγοροι, διελόντες, φασίν, ἄμφω τὴν στρατιὰν πατὴρ Κωνσταντῖνος βασιλεὺς κοὶ υἱὸς Κρίσπος βασιλεὺς κατὰ τοῦ ἀσεβοῦς τυράννου ὥρμηντο, ὁ μὲν οὖν υἱὸς Κρίσπος ἐπὶ τὰ κατὰ τὴν Ἀσίαν μέρη τῇ σὺν αὐτῷ στρατιᾷ τὴν πορείαν ποιούμενος, ὁ δὲ πατὴρ Κωνσταντῖνος κατὰ τῆς Εὐρώπης τοῖς ἀμφ’ αὐτὸν δορυφόροις τὴν ὁδὸν διήνυεν.