Ancient Greek
11.2 to 11.7
Gelasius, Historia Ecclesiastica 11.2-2-7
Not analysed yet
τοῦτον τὸν θεὸν ἐγὼ πρεσβεύω, οὑπερ >τὸ σημεῖον ὁ αὐτῷ ἀνακείμενός μοι στρατὸς ὑπὲρ τῶν ὤμων φέρει, >καὶ ἐφ᾿ ἅπερ ἂν ὁ τοῦ λόγος λόγος παρακαλεῖ, κατευθύνεται. ἐξ >αὐτῶν δ’ ἐκείνων περιφανέσι τροπαίοις αὐτίκα τὴν χάριν >τοῦτον τὸν θεὸν ἀκραιφνεῖ καὶ καθαρᾷ διανοίᾳ ἐν τοῖς >τυγχάνειν ὑπεραυγάζομαι. >Τοῦτον δὲ τὸν θεὸν ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν >αἷμα βδελυκτόν καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους, πᾶσαν δὲ >πηδόνα ἐκκλίνων, αἷς ἡ παμμίαρος καὶ ἀθέμιτος πλάνη >πολλοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη χράνασα κατέρριψε, τοῖς κατω- >τὰτω παραδοῦσα μέρεσιν. ἃ γὰρ ὁ θεὸς τῶν ἀνθρώπων πρόνοιαν >διὰ φιλανθρωπίαν οἰκείαν ποιούμενος χρείας ἡμῶν ἕνεκα εἰς τοὐμ- >φανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν κακῶς ἀνέρ- >χεται· καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον >ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν >σταθμώμενος. ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται >φιλῶν, μισῶν τοὺς ταραχώδεις, ἀγαπῶν τὴν πίστιν, ἀπιστίαν κολά- >ζων, πᾶσαν μετὰ ἀλαζονείας δυναστείαν καταγνοὺς καταβάλλει, >ὑπερηφάνων τιμωρεῖται, τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων >ἀναιρεὶ. οὗτος καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς >παρ᾿ αὐτοῦ ἐπικουρίαις κρατύνει, σύνεσίν τε βασιλικὴν τῷ >τῆς εἰρήνης διαφυλάττει. >Διὸ χαίρων ἄγαν ὑπεραγάλλομαι, ἀδελφέ, τοῦτον θεὸν >ὁμολογῶ<ν> πάντων ἀρχηγὸν καὶ σωτῆρα, ὃν πολλοὶ τῶν τῇδε >σάντων, μανιώδεσι πλάναις ὑπαχθέντες, ἐπεχείρησαν >ἀλλ᾿ ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, >πᾶν τὸ μετ’ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς οὐκ >ἀντ᾿ ἄλλου παραδείγματος ἢ ταύτας παρὰ τοῖς τὰ ὅμοια >τίθεσθαι. τούτων ἐκεῖνον ἴνα ἡγοῦμαι γεγονέναι, ὃν καθάπερ τις >σκηπτὸς ἡ θεία δίκη τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι >παραδέδωκε, τῆς ἐπ’ αὐτῷ αἰσχύνης πολυθρύλλητον τὸ παρ’ ὑμῖν >τρόπαιον ἀποφήναντα. >Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι τὸ καὶ έν τῷ >ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφονῆ δειχθῆναι.