Ancient Greek · ~5 min
11.8 to 11.11
Gelasius, Historia Ecclesiastica 11.8-2-11
Not analysed yet
>δον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη, τῶν ἔναγχος ἀθεμίτοις >προστάγμασι τὸν τῷ θεῷ ἀνακείμενον ἐκταραξάντων λαόν. >καὶ πολλὴ χάρις ὅτι θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον >γένος, τὸ φυλάττον τὸν θεῖον αὐτοῦ νόμον, ἀποδοθείσης αὐτῷ >εἰρήνης, ἀγάλλεται καὶ γαυριᾷ. ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πεπεισ- >μένον, ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχειν ἡμᾶς ἅπαντα >ὁπότε διὰ τῆς τούτων, τῶν τοῦ θεοῦ λέγω λαῶν, καθαρᾶς >δοκίμου θρησκείας ἐκ τῆς περὶ τὸ θεῖον συμφωνίας πάντα<ς> >ἀγείρειν ἄξιον. >Τούτου τοῦ καταλόγου τῶν ἀνθρώπων τῶν ἐμῶν συνθεραπόν >των, λέγω δὴ τῶν Χριστιανῶν (ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι >πῶς οἴει με ἥδεσθαι ἀκούοντα, ὅταν καὶ τῆς Περσίδος τὰ κράτιστα >ἐπὶ πλεῖστον ὥσπερ ἔστι μοι βουλομένῳ κομῆται; σοί τε οὐν, >ἅτε πρεπῶδες τὰ κάλλιστα νέμειν ἐκείνοις ἐπινεύσειας, >ὡσαύτως τὰ κάλλιστα, ὅ τι σοὶ κἀκείνοις. οὕτως γὰρ ἕξεις τὸν >τῶν ὅλων δεσπότην καὶ θεὸν πρᾷον, ἵλεων καὶ εὐμενῆ. >τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθημι, ὅτι >ἐπίσημος εἶ, ἐγχειρίζων τὴν τούτων διακυβέρνησιν, τῶν >λέγω, τοῖς τῆς εἰς τὸν θεὸν θρησκείας εὐσεβοῦς ἐν αὐτοῖς >τεύουσι· τούτους ἀγάπα ἁρμοδίως τῆς σαυτοῦ φιλανθρωπίας. σαυτῷ >τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσει<ς> διὰ τῆς πίστεως τὴν χάριν«.