Ancient Greek · ~3 min
11.21 to 11.23
Gelasius, Historia Ecclesiastica 11.21-23
Not analysed yet
συντίθεται οὖν αὐτῷ ὁ θαυμάσιος Εὐσέβιος, ἐπαγγελίαις λιπαρηθεὶς παρὰ τοῦ συνασεβοῦς αὐτοῦ Λικιννίου. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐξ αὐτῆς τοῦ φιλοχρίστου βασιλέως ἐπιστολῆς ἔνεστι πληροφορηθῆναι, ἡς τοῖς Νικομηδεῦσιν ἐπέστειλεν, ὡδέ πως λέγων πρὸς τῷ τέλει τῆς ἐπιστολῆς· »Τίς ἐστιν ὁ ταῦτα διδάξας οὕτως ἄκακον πλῆθος; Εὐσέβιος >δηλαδὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης. ὅτι γὰρ >τοῦ τυράννου γεγένηται προσφύλαξ, πολλαχόθεν ἔστι συνορᾶν. τοῦτο >μὲν αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν >ἐπισκόπων, τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις >ρήδην βοᾷ. οὐδὲν γὰρ τῶν εἰς ἐμὲ γεγενημένων παρ᾿ αὐτοῦ νῦν >ἐρῶ, δι’ ὡν, ὅτε μάλιστα αἱ τῶν ἐναντίων μερῶν καθ᾿ ἡμῶν >ματεύοντο δυνδρομαί, οὗτος καὶ ὀφθαλμοὺς κατασκόπους κατ’ ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν >ὑπουργίας αὐτῷ χάριν.