Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.20
Not analysed yet
ὁ δὲ μισόθεος καὶ πάσης ἀσεβείας καὶ μιαιφονίας ἔμπλεως ἐξ ἀνατολῶν μετὰ πλείστου ὅσου στρατοῦ κατ᾿ αὐτῶν παραταττόμενος καὶ μεγαλαυχῶν ἤρχετο· φθάσας δὲ έν τῇ Νικομηδέων, ἐγνωκώς τε καὶ εἰδὼς τὴν τοῦ θεοφιλοῦς Κωνσταντίνου ψυχὴν σέβουσαν τοὺς τοῦ θεοῦ ἱερεῖς καὶ ὅτι διὰ πάσης ἄγοι τιμῆς, μισθοδοτεῖ τὸν τῆς Νικομηδέων ἐπίσκοπον Εὐσέβιον πάλαι πρόσφυγα αὐτοῦ ὄντα κατὰ τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου, οἰόμενος δι᾿ αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἀνελεῖν τὸν τοῖς τοῦ θεοῦ πεφραγμένον ἀκαταμαχήτοις ὅπλοις Κωνσταντῖνον.