Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.27
Not analysed yet
ἀλλ᾿ αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτα- >τοι, μεθ’ ὅσης νομίζετε συνδρομῆς ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως >αὐτῆς ἡττώμενος, μεθ’ ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν >ψευδολογίᾳ αὐτοῦ συνίσταται, ὑποπέμπων μέν μοι διαφόρους >ὑπὲρ αὐτοῦ ἀξιοῦντας, ἐξαιτούμενος δὲ παρ᾿ ἐμοῦ συμμαχίαν >ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι τῆς ὑπαρχούσης >ἐκπέσοι τιμῆς; μάρτυς ἐστί μοι τούτων αὐτὸς ὁ θεός, ὃς ἐμοί τε >καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ὅτι καὶ ἐμὲ αὐτὸς ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν·