Ancient Greek · ~3 min
11.28 to 11.30
Gelasius, Historia Ecclesiastica 11.28-30
Not analysed yet
ἀλλ' ἡ θεία με πρόνοια ἐπὶ τὴν >ἀληθεστάτην αὐτῆς ὁδὸν ἐπανήγαγεν· ὂ καὶ ὑμεῖς ἐπέγνωτε καὶ >γνώσεσθε. πάντα μὲν γὰρ ἐπράχθη παρ᾿ αὐτοῦ τότε, Εὐσεβίου ἀνοσίου λέγω, καθὼς αὐτὸς ἐπόθει πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς αὐτοῦ >διανοίας ἀποκρυπτόμενος. >Ἀλλὰ πρώην, ἴνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί >μάλιστα μετὰ Θεογνίου, ὃν τῆς ἀνοσίας αὐτοῦ προαιρέσεως >κοινωνόν, διεπράξατο, ἀκούσατε, παρακαλῶ. Ἀλεξανδράς τινὰς >ἡμετέρας πίστεως ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν >λῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπηρεσίας διχονοίας ἠγείρετο πυρ- >σός. ἀλλ’ οὗτοι οἱ καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς >συνόδου ἀλήθεια πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον ἐδέξαντο >νους καὶ παρ᾿ ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν οὐτοῖς τῆς >τῶν τρόπων κακοηθείας, διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους >ἔκρινα πρᾶξαι. ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς >ἐξορισθῆναι.