Ancient Greek · ~1 min
ΛΟΓΟΣ Aݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.32
Not analysed yet
Ταῦτα καὶ τὰ τοιαῦτα ἡ τοῦ θεοφιλοῦς βασιλέως Κωνσταντίνου ἐπιστολὴ σαφέστατα ἔδειξε περὶ τοῦ ἀσεβοῦς Εὐσεβίου τοῦ Νικο μηδείας, ὃς προσφύλαξ οὐ μόνον γέγονε τοῦ θεομισοῦς Λικιννίου ἀλλὰ καὶ συμμύστης καὶ ὑπουργὸς τῆς ἐκείνου τυραννίδος καὶ ἀσεβείας. βαδιῶ δὲ ἐντεῦθεν ἐπὶ τὴν προκειμένην τῆς ἐκκλησιαστικῆς ἱστορίας ὑπόθεσιν. Περὶ τῆς κατὰ τοῦ ἀσεβοῦς Λικιννίου νίκης τοῦ θεοφιλοῦς βασιλέως Κωνσταντίνου.