Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 12
Gelasius, Historia Ecclesiastica 12.1
Not analysed yet
Λικιννίου τοίνυν σὺν στρατιᾷ τῇ σὺν αὐτῷ ἀπὸ τῆς Νικομηδέων ἐξορμήσαντος ἐπὶ τὸ Βυζάντιον κατὰ τοῦ θεοφιλοῦς Κωνσταντίνου τοῦ βασιλέως ἐκεῖσε τότε παρόντος, τῶν δὲ θατέρων στρατιωτικῶν φαλάγγων τὸν χριστοφόρον βασιλέα ἐν κύκλω αὐτῶν ἐχόντων, ἰδὼν ὁ ἀλιτήριος καὶ τῶν οἰκείων δὲ στρατῶν ἔρημον ἑαυτὸν θεασάμενος ἐπὶ τὴν τῶν κρειττόνων ἀσπίδα προσπεφευγότων, τὰ μὲν πρῶτα κρυπτάζεσθαι ἐσπούδαζεν ἐν Χρυσοπόλει τῆς Βιθυνῶν ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστί) μὴ δυνηθεὶς δέ, ἰδὼν ἑαυτὸν ἤδη πρηνῆ κείμενον ὑπὸ τοῖς Κωνσταντίνου τοῦ βασιλέως ποσίν, ἐξέδωκεν ἑαυτόν.