Ancient Greek · ~6 min
11.9 to 11.14
Gelasius, Historia Ecclesiastica 11.9-14
Not analysed yet
συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταύτας —πῶς γὰρ οἷόν τε ἠν τοῦτο ἐννοεῖν τὸν μισόθεον—φαύλῳ συνειδότι τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου τοῦ θεοφιλοῦς βασιλέως πράττειν ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι ἐπέπειστο. ὅθεν ἐκ τούτου παρορμηθείς, τὸν θυμὸν καθ’ ἡμῶν ἐΠισκήπτει. καὶ μετὰ βραχέα· καὶ δὴ ἀπήγοντο πολλοὶ τῶν ἐπισκόπων καὶ ἐκολάζοντο ἀπροφασίστως ὁμοίως τοῖς μιαιφόνοις οἱ μηδὲν ἠδικηκότες, καινοτέραν ὑπομένοντες τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ τμήματα κατακρεουργούμενοι καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ φρικτοτάτην θέαν τοῖς τῆς θαλάσσης βυθοῖς τοῖς ἰχθύσιν εἰς βορὰν ἐρρίπτοντο. φυγαὶ δὲ αὐθις ἐπὶ τούτοις τῶν θεοσεβῶν ἁπάντων ὁμόσε ἀνδρῶν καὶ γυναικῶν σὺν κομιδῇ νηπίοις ἐγίνοντο, καὶ πάλιν ἀγροὶ καὶ πάλιν ἐρημίαι νάπαι τε καὶ ὄρη τοὺς τοῦ Χριστοῦ θεράποντας ὑπεδέχοντο, κατὰ πάντων ἀνακινήσαντος τοῦ δυσσεβοῦς τὸν πόλεμον. Καὶ μετὰ βραχέα· εἰ μὴ τάχιστα τὸ μέλλον ἔσεσθαι προλαβὼν ὁ τῶν ψυχῶν ὑπεράγαθος θεὸς ὡς ἐν βαθεῖ σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν ἀθρόως καὶ σωτῆρα τοῖς πᾶσιν ἐξέλαμψε, τὸν αὑτοῦ θεράποντα Κωνσταντῖνον ὑψηλῷ βραχίονι γενναιοτάτῃ δὲ χειρὶ χειραγωγήσας. Τούτῳ μὲν οὖν ἄνωθεν ἐξ οὐρανῶν καρπὸν εὐσεβείας ἐπάξιον τρόπαια κατὰ τῶν ἀσεβῶν παρεῖχε νίκης, τὸν δὲ ἀλιτήριον αὐτοῖς συμβούλοις ἅπασι καὶ φίλοις ὑπὸ τοῖς Κωνσταντίνου ποσὶ κατέβαλεν ὁ Κωνσταντίνου καὶ πάντων ἡμῶν θεός. ὡς γὰρ εἰς ἔσχατα μανίας τὰ κατ᾿ αὐτὸν ἤλαυνεν, οὐκ ἀνεκτὸν εἶναι λογισάμενος βασιλεὺς Κωνσταντῖνος ὁ τῷ θεῶ φίλος τὸν ἔμφυτον σώφρονα καὶ εὐσεβῆ συναγαγὼν λογισμὸν καὶ τὸ στερρὸν τοῦ δικαίου τρόπαιον φιλανθρωπίᾳ κερασάμενος, ἐπαμῦναι κρίνει τοῖς ὑπὸ τῷ τυράννῳ ταλαιπωρουμένοις, καὶ τό γε πλεῖστον ἀνθρώπων γένος, βραχεῖς λυμεῶνας ἐκποδὼν ποιησάμενος, ἀνασώσασθαι ὁρμᾶται.