Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.8
Not analysed yet
καὶ μεθ’ ἕτερα· καὶ ὁ τρόπος δὲ τοῦ κατ᾿ αὐτῶν φθόνου ξένος τις ἦν καὶ οἷος οὐδεπώποτε ἠκούσθη. τὰς γοῦν ἀμφὶ τὴν Ἀμάσειαν καὶ τὰς λοιπὰς τοῦ Πόντου πόλεις ὅσοις κακοῖς πιέζεσθαι προσέταξε, πᾶσαν ὑπερβολὴν ὠμότητος ὑπερηκόντισεν. ἔνθα τῶν ἐκκλησιῶν τοῦ θεοῦ αἳ μὲν ἐξ ὕψους εἰς ἔδαφος αὐθις κατερρίπτοντο, τὰς δὲ ἀποκέίεσθαι ἐκέλευσεν, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ὀφειλομένας εὐχὰς καὶ λατρείας ἀποδίδωσι.