Ancient Greek · ~2 min
12.1 to 12.2
Gelasius, Historia Ecclesiastica 12.1-2-2
Not analysed yet
Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων πατέρων ἡμῶν διὰ τοῦ μακαρίου καὶ ἁγίου ἐπισκόπου Ὁσίου πόλεως Κουρδούβης τῆς τῶν Σπάνων ἐπαρχίας, ἐπέχοντος καὶ τὸν τόπον τοῦ τῆς Ῥωμαίων ἐπισκόπου σὺν τοῖς ἐκ τοῦ αὐτοῦ θρόνου προαναφωνηθεῖσι πρεσβυτέροις, ἑρμηνεύοντος αὐτὸν ἑτέρου εἶπεν· »ἡ θεότης οὐχ ἓν πρόσωπόν ἐστι κατὰ τὴν Ἰουδαίων ὑπόληψιν, ἀλλὰ τρία πρόσωπα καθ’ ὑπόστασιν ἀληθινήν, οὐκ ὀνόματι ψιλῷ, καὶ τοῦτο μαρτυρίαις πολλαῖς ἀπό τε παλαιᾶς καὶ νέας διαθήκης κηρύττεται.