Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 12
Gelasius, Historia Ecclesiastica 12.3
Not analysed yet
ἡ μὲν παλαιὰ κατὰ τὸν σωματικώτερον ἔτι τρόπον διαλεγομένη λόγον ὡς λαλούμενον παρέστησεν, ἡ δὲ καινὴ τὸν λόγον θεὸν ἀπέδειξε κατὰ τὸ ἐν ἀρχῇ ἠν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, θεὸςἠν ὁ λόγος«· καὶ πρόσωπον τέλειον ἐκ τελείου· θεὸς γὰρ οὐ μέρος ὁ υἱός, ἀλλὰ τέλειος ὥσπερ ὁ πατήρ, τῆς αὐτῆς οὐσίας ὤν, ἡς καὶ ὁ γεννήσας αὐτὸν ἀφράστως πατήρ.